Main menu

ΒΑΣΙΛΕΙΩΝ Α΄ (Κεφ. 21 - 31)

Κεφάλαιο 21

ΚΑΙ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ ᾿Ιωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν. 2 καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη ᾿Αβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ; 3 καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ρῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ρῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανὶ ᾿Αλεμωνί· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. 4 καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾿ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται. 5 καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου. 6 καὶ ἔδωκεν αὐτῷ ᾿Αβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. 7 καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ. 8 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιμέλεχ· ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ρομφαία, ὅτι τὴν ρομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ρῆμα τοῦ βασιλέως κατὰ σπουδήν. 9 καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι ᾿Ηλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. 10 καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ.

Καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Αγχοῦς βασιλέα Γέθ. 11 καὶ εἶπον οἱ παῖδες ᾿Αγχοῦς πρὸς αὐτόν· οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; 12 καὶ ἔθετο Δαυὶδ τὰ ρήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿Αγχοῦς βασιλέως Γέθ. 13 καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. 14 καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με; 15 μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

Κεφάλαιο 22

ΚΑΙ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ ᾿Οδολλάμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ. 2 καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. 3 καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ καὶ εἶπε πρὸς βασιλέα Μωάβ· γινέσθωσαν δὴ ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός. 4 καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦβασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ. 5 καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυίδ· μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν ᾿Ιούδα. καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίχ.

6 Καὶ ἤκουσε Σαούλ, ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. 7 καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· ἀκούσατε δὴ υἱοὶ Βενιαμίν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς ᾿Ιεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους; 8 ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ ᾿Ιεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη. 9 καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν· ἑώρακα τὸν υἱὸν ᾿Ιεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ τὸν ἱερέα, 10 καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. 11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβά, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. 12 καὶ εἶπε Σαούλ· ἄκουε δή, υἱὲ ᾿Αχιτώβ· καὶ εἶπεν· ἰδοὺ ἐγώ, λάλει κύριε. 13 καὶ εἶπεν αὐτῷ Σαούλ· ἱνατί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς ᾿Ιεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη; 14 καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπε· καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; 15 ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν ἢ μέγα. 16 καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ· θανάτῳ ἀποθανῇ, ᾿Αβιμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. 17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν· προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. 18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ· ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ. 19 καὶ τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ρομφαίας ἀπ᾿ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. 20 καὶ διασώζεται υἱὸς εἷς τῷ ᾿Αβιμέλεχ υἱῷ ᾿Αχιτώβ, καὶ ὄνομα αὐτῷ ᾿Αβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ. 21 καὶ ἀπήγγειλεν ᾿Αβιάθαρ τῷ Δαυίδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου. 22 καὶ εἶπε Δαυὶδ τῷ ᾿Αβιάθαρ· ᾔδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου· 23 κάθου μετ᾿ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί.

Κεφάλαιο 23

ΚΑΙ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες· ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω. 2 καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά. 3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ ᾿Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; 4 καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. 5 καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά.

6 Καὶ ἐγένετο ἐν τῷ φεύγειν ᾿Αβιάθαρ υἱὸν ᾿Αβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ. 7 καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπε Σαούλ· πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. 8 καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9 καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα· προσάγαγε τὸ ἐφοὺδ Κυρίου. 10 καὶ εἶπε Δαυίδ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι᾿ ἐμέ. 11 εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπε Κύριος· ἀποκλεισθήσεται.* 13 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι, διασέσωσται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκε τοῦ ἐλθεῖν.

14 Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζίφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ. 15 καὶ εἶδε Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ. 16 καὶ ἀνέστη ᾿Ιωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ. 17 καὶ εἶπε πρὸς αὐτόν· μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ ᾿Ισραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. 18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ ᾿Ιωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

19 Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ᾿ ἡμῖν ἐν Μεσσαρά, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν; 20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς χεῖρας τοῦ βασιλέως. 21 καὶ εἶπεν αὐτοῖς Σαούλ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· 22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ, οὗ εἴπατε, μή ποτε πανουργεύσηται· 23 καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθ᾿ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν ᾿Ιούδα. 24 καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾿ ἑσπέραν ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν. 25 καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν. καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν. 26 καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. 27 καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος λέγων· σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν. 28 καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.

——————————————

* 12 Καὶ εἶπε Δαυίδ· εἰ παραδώσουσι παρὰ τῆς Κεϊλὰ ἐμὲ καὶ τοὺς ἄνδρας μου εἰς χεῖρας Σαούλ; καὶ εἶπε Κύριος· παραδώσουσι.

Κεφάλαιο 24

ΚΑΙ ἀνέστη Δαυὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς ᾿Εγγαδδί. 2 καὶ ἐγενήθη ὡς ἐνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ ᾿Εγγαδδί. 3 καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς ᾿Ισραὴλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιέμ. 4 καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο. 5 καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρός σε παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυὶδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως. 6 καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτόν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ, 7 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾿ αὐτόν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος· 8 καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν. 9 καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ λέγων· κύριε βασιλεῦ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 10 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου; 11 ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα· οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι. 12 καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. 13 δικάσαι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, 14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία· ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. 15 καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ ᾿Ισραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός; 16 γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου. 17 καὶ ἐγένετο ὡς συνετέλεσε Δαυὶδ τὰ ρήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπε Σαούλ· ἡ φωνή σου αὕτη τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε. 18 καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. 19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον καὶ οὐκ ἀπέκτεινάς με· 20 καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. 21 καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χειρί σου ἡ βασιλεία ᾿Ισραήλ. 22 καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. 23 καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ. καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν.

Κεφάλαιο 25

ΚΑΙ ἀπέθανε Σαμουήλ, καὶ συναθροίζονται πᾶς ᾿Ισραὴλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν ᾿Αρμαθαίμ. καὶ ἀνέστη Δαυὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν. 2 καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ. 3 καὶ ὄνομα τῷ ἀνθρώπῳ Νάβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ ᾿Αβιγαία· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασι, καὶ ὁ ἄνθρωπος κυνικός. 4 καὶ ἤκουσε Δαυὶδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Νάβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ, 5 καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια καὶ εἶπε τοῖς παιδαρίοις· ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην 6 καὶ ἐρεῖτε τάδε· εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα. 7 καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσί σοι νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεθ᾿ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ· 8 ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσί σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ᾿ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυίδ. 9 καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσι τοὺς λόγους τούτους πρὸς Νάβαλ κατὰ πάντα τὰ ρήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυίδ. καὶ ἀνεπήδησε 10 καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ καὶ εἶπε· τίς ὁ Δαυὶδ καὶ τίς ὁ υἱὸς ᾿Ιεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ. 11 καὶ λήψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου, ἃ τέθυκα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσί; 12 καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ρήματα ταῦτα. 13 καὶ εἶπε Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ· ζώσασθε ἕκαστος τὴν ρομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν. 14 καὶ τῇ ᾿Αβιγαίᾳ γυναικὶ Νάβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων· ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτῶν. 15 καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν οὐδὲν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ᾿ αὐτοῖς· 16 καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεθα παρ᾿ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον. 17 καὶ νῦν γνῶθι καὶ ἰδὲ σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν. 18 καὶ ἔσπευσεν ᾿Αβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους 19 καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς· προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε. 20 καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς· 21 καὶ Δαυὶδ εἶπεν· ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν· 22 τάδε ποιήσαι ὁ Θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Νάβαλ ἕως πρωΐ οὐροῦντα πρὸς τοῖχον. 23 καὶ εἶδεν ᾿Αβιγαία τὸν Δαυὶδ καὶ ἔσπευσε καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν 24 ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν· ἐν ἐμοὶ κύριέ μου ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγων τῆς δούλης σου. 25 μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι· Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετ᾿ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου, ἃ ἀπέστειλας. 26 καὶ νῦν, κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου,καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά. 27 καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου. 28 ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε. 29 καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης. 30 καὶ ἔσται ὅτι ποιήσῃ Κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ ᾿Ισραήλ, 31 καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ, καὶ ἀγαθώσει Κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ. 32 καὶ εἶπε Δαυὶδ τῇ ᾿Αβιγαίᾳ· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι. 33 καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί. 34 πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἀπεκώλυσέ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα· εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωΐ οὐρῶν πρὸς τοῖχον. 35 καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα, ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ· ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ἠρέτισα τὸ πρόσωπόν σου. 36 καὶ παρεγενήθη ᾿Αβιγαία πρὸς Νάβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπ᾿ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ρῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ. 37 καὶ ἐγένετο πρωΐ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ρήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος. 38 καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε. 39 καὶ ἤκουσε Δαυὶδ καὶ εἶπεν· εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ ᾿Αβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα. 40 καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς ᾿Αβιγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες· Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρός σε λαβεῖν σε αὐτῷ εἰς γυναῖκα. 41 καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν· ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου. 42 καὶ ἀνέστη ᾿Αβιγαία καὶ ἐπέβη ἐπί τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυίδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα. 43 καὶ τὴν ᾿Αχινόομ ἔλαβε Δαυὶδ ἐξ ᾿Ιεζραέλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες. 44 καὶ Σαοὺλ ἔδωκε Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ ᾿Αμὶς τῷ ἐκ Ρομμά.

Κεφάλαιο 26

ΚΑΙ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες· ἰδοὺ Δαυὶδ σκεπάζεται μεθ᾿ ἡμῶν ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ κατὰ πρόσωπον τοῦ ᾿Ιεσσαιμοῦν. 2 καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζίφ καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ ᾿Ισραὴλ ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ. 3 καὶ παρενέβαλε Σαοὺλ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τῷ ἐπὶ προσώπου τοῦ ᾿Ιεσσαιμοῦν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδε Δαυὶδ ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τήν ἔρημον, 4 καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά. 5 καὶ ἀνέστη Δαυὶδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ ᾿Αβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ. 6 καὶ ἀπεκρίθη Δαυὶδ και εἶπε πρὸς ᾿Αβιμέλεχ τὸν Χετταῖον καὶ πρὸς ᾿Αβεσσὰ υἱὸν Σαρουΐας ἀδελφὸν ᾿Ιωὰβ λέγων· τίς εἰσελεύσεται μετ᾿ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν ᾿Αβεσσά· ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ. 7 καὶ εἰσπορεύεται Δαυὶδ καὶ ᾿Αβεσσὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καί ᾿Αβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδε κύκλῳ αὐτοῦ. 8 καὶ εἶπεν ᾿Αβεσσὰ πρὸς Δαυίδ· ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ. 9 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεσσά· μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθωωθήσεται; 10 καὶ εἶπε Δαυίδ· ζῇ Κύριος, ἐὰν μὴ Κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ· 11 μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθ᾿ ἑαυτούς. 12 καὶ ἔλαβε Δαυὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ᾿ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέπεσεν ἐπ᾿ αὐτούς. 13 καὶ διέβη Δαυὶδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν. 14 καὶ προσεκαλέσατο Δαυὶδ τὸν λαὸν καὶ τῷ ᾿Αβεννὴρ ἐλάλησε λέγων· οὐκ ἀποκριθήσῃ ᾿Αβεννήρ; καὶ ἀπεκρίθη ᾿Αβεννὴρ καὶ εἶπε· τίς εἶ σὺ ὁ καλῶν με; 15 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεννήρ· οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν ᾿Ισραήλ; καὶ διατί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαθφεῖραι τὸν κύριόν σου τὸν βασιλέα. 16 καὶ οὐκ ἀγαθὸν τὸ ρῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὸν Κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστι τὰ πρὸς κεφαλῆς αὐτοῦ; 17 καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν Δαυὶδ καὶ εἶπεν· ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ εἶπε Δαυίδ· δοῦλός σου, κύριε βασιλεῦ. 18 καὶ εἶπεν· ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; 19 καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ρῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ Θεὸς ἐπισείει σε ἐπ᾿ ἐμέ, ὀσφανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίχθαι ἐν κληρονομίᾳ Κυρίου λέγοντες· πορεύου, δούλευε θεοῖς ἑτέροις. 20 καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς ᾿Ισραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσι. 21 καὶ εἶπε Σαούλ· ἡμάρτηκα· ἐπίστρεφε τέκνον Δαυίδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ᾿ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου καὶ ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα. 22 καὶ ἀπεκρίθη Δαυὶδ καὶ εἶπεν· ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό. 23 καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· 24 καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως. 25 καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσῃ. καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Κεφάλαιο 27

ΚΑΙ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων· νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστι μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον ᾿Ισραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. 2 καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη πρὸς ᾿Αγχοῦς υἱὸν ᾿Αμμὰχ βασιλέα Γέθ. 3 καὶ ἐκάθισε Δαυὶδ μετὰ ᾿Αγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινὰαχ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 4 καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γέθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. 5 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· εἰ δή εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾿ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένη μετὰ σοῦ; 6 καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς ᾿Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7 καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας. 8 καὶἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν ᾿Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. 9 καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς ᾿Αγχοῦς. 10 καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· κατὰ νότον τῆς ᾿Ιουδαίας καὶ κατὰ νότον ᾿Ιεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί. 11 καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων· μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ᾿ ἡμῶν λέγοντες· τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. 12 καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ ᾿Αγχοῦς σφόδρα λέγων· ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν ᾿Ισραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

Κεφάλαιο 28

ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ ᾿Ισραήλ, καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· γινώσκων γνώσῃ ὅτι μετ᾿ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. 2 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.

3 Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν ᾿Αρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. 4 καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα ᾿Ισραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. 5 καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. 6 καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις. 7 καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν ᾿Αενδώρ. 8 καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. 9 καὶ εἶπεν αὐτῷ ἡ γυνή· ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν; 10 καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. 11 καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπε· τὸν Σαμουὴλ ἀνάγαγέ μοι. 12 καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. 13 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ ἡ γυνή· θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. 14 καὶ εἶπεν αὐτῇ· τί ἔγνως; καὶ εἶπεν αὐτῷ· ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 15 καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. 16 καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου· 17 καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ. 18 διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν ᾿Αμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. 19 καὶ παραδώσει Κύριος τὸν ᾿Ισραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν ᾿Ισραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. 20 καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. 21 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι· 22 καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ. 23 καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον. 24 καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα 25 καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

Κεφάλαιο 29

ΚΑΙ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς ᾿Αφέκ, καὶ ᾿Ισραὴλ παρενέβαλεν ἐν ᾿Αενδὼρ τὴν ἐν ᾿Ιεζραέλ. 2 καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ ᾿Αγχοῦς. 3 καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων· τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων· οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως ᾿Ισραήλ; γέγονε μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης. 4 καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ· ἀπόστρεψον τὸν ἄνδρα καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων; 5 οὐχ οὗτος Δαυίδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; 6 καὶ ἐκάλεσεν ᾿Αγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ· 7 καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων. 8 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως; 9 καὶ ἀπεκρίθη ᾿Αγχοῦς πρὸς Δαυίδ· οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν· οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον. 10 καὶ νῦν ὄρθρισον τὸ πρωΐ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε. 11 καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ ᾿Ισραήλ.

Κεφάλαιο 30

ΚΑΙ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἄνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ᾿Αμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ τὴν Σεκελὰκ καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί· 2 καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ᾿ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν. 3 καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. 4 καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καί ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν. 5 καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, ᾿Αχινόομ ἡ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 6 καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ. 7 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα υἱὸν ᾿Αβιμέλεχ· προσάγαγε τὸ ἐφούδ. 8 καὶ ἐπηρώτησε Δαυὶδ διά τοῦ Κυρίου λέγων· εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ· καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς καὶ ἐξαιρούμενος ἐξελῇ. 9 καὶ ἐπορεύθη Δαυίδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ, καὶ οἱ περισσοὶ ἔστησαν. 10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσόρ. 11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· 12 καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 13 καὶ εἶπεν αὐτῷ Δαυίδ· τίνος σὺ εἶ καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον· ἐγώ εἰμι δοῦλος ἀνδρὸς ᾿Αμαληκίτου, καὶ κατέλιπέ με ὁ Κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. 14 καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν νότον τοῦ Χολθὶ καὶ ἐπὶ τὰ τῆς ᾿Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελοὺβ καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί. 15 καὶ εἶπεν αὐτῷ Δαυίδ· εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν· ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο. 16 καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς ᾿Ιούδα. 17 καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς Δαυὶδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾿ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον. 18 καὶ ἀφείλατο Δαυὶδ πάντα, ἃ ἔλαβον οἱ ᾿Αμαληκῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. 19 καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψε Δαυίδ. 20 καὶ ἔλαβε πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο· ταῦτα τὰ σκῦλα Δαυίδ. 21 καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ καί ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τοῦ Βοσόρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾿ αὐτοῦ, καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην. 22 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθ᾿ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλόμεθα, ὅτι ἀλλ᾿ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν. 23 καὶ εἶπε Δαυίδ· οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ᾿ ἡμᾶς εἰς χεῖρας ἡμῶν. 24 καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ἡμῶν εἰσι· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται. 25 καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ ᾿Ισραὴλ ἕως τῆς σήμερον.

26 Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων ᾿Ιούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων· ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου· 27 τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ραμὰ νότου καὶ τοῖς ἐν ᾿Ιεθθὸρ 28 καὶ τοῖς ἐν ᾿Αροὴρ καὶ τοῖς ἐν ᾿Αμμαδὶ καὶ τοῖς ἐν Σαφὶ καὶ τοῖς ἐν ᾿Εσθιὲ 29 καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κινὰν καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θιμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ ῾Ιεραμηλὶ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ 30 καὶ τοῖς ἐν ῾Ιεριμοὺθ καὶ τοῖς ἐν Βηρσαβεὲ καὶ τοῖς ἐν Νομβὲ 31 καὶ τοῖς ἐν Χεβρὼν καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλθε Δαυὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

Κεφάλαιο 31

ΚΑΙ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ ᾿Ισραήλ, καὶ ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ. 2 καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ. 3 καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τά ὑποχόνδρια. 4 καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. 5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαούλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε μετ᾿ αὐτοῦ. 6 καὶ ἀπέθανε Σαοὺλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό. 7 καὶ εἶδον οἱ ἄνδρες ᾿Ισραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς. 8 καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουέ. 9 καί ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ. 10 καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ ᾿Ασταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάν. 11 καὶ ἀκούουσιν οἱ κατοικοῦντες ᾿Ιαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ· 12 καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰν καὶ φέρουσιν αὐτοὺς εἰς ᾿Ιαβὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. 13 καὶ λαμβάνουσι τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν ᾿Ιαβὶς καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.