Main menu

ΒΑΣΙΛΕΙΩΝ Β΄ (Κεφ. 18 - 24)

Κεφάλαιο 18

ΚΑΙ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετ’ αὐτοῦ καὶ κατέστησεν ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους. 2 καὶ ἀπέστειλε Δαυὶδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ ᾿Ιωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ ᾿Αβεσσὰ υἱοῦ Σαρουΐας ἀδελφοῦ ᾿Ιωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ ᾿Εθθὶ τοῦ Γεθθαίου. καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαόν· ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ’ ὑμῶν. 3 καὶ εἶπαν· οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ’ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν. 4 καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεύς· ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας. 5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Ιωὰβ καὶ τῷ ᾿Αβεσσὰ καὶ τῷ ᾿Εθθὶ λέγων· φείσασθέ μοι τοῦ παιδαρίου τοῦ ᾿Αβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ ᾿Αβεσσαλώμ, 6 καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας ᾿Ισραήλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ ᾿Εφραίμ. 7 καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς ᾿Ισραὴλ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν. 8 καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκείνῃ. 9 καὶ συνήντησεν ᾿Αβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ᾿Αβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυΐ, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε. 10καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλε τῷ ᾿Ιωὰβ καὶ εἶπεν· ἰδοὺ ἑώρακα τὸν ᾿Αβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ. 11 καὶ εἶπεν ᾿Ιωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι αὐτῷ· καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν ἐδεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν. 12 εἶπε δὲ ὁ ἀνὴρ πρὸς ᾿Ιωάβ· καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ ᾿Αβεσσὰ καὶ τῷ ᾿Εθθὶ λέγων· φυλάξατέ μοι τὸ παιδάριον τὸν ᾿Αβεσσαλὼμ 13 μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας. 14 καὶ εἶπεν ὁ ᾿Ιωάβ· τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν ᾿Ιωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ ᾿Αβεσσαλὼμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός. 15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη ᾿Ιωὰβ καὶ ἐπάταξαν τὸν ᾿Αβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν. 16 καὶ ἐσάλπισεν ᾿Ιωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω ᾿Ισραήλ, ὅτι ἐφείδετο ᾿Ιωὰβ τοῦ λαοῦ. 17 καὶ ἔλαβε τὸν ᾿Αβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ’ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα. καὶ πᾶς ᾿Ισραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. 18 καὶ ᾿Αβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν· οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκα τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην Χεὶρ ᾿Αβεσσαλὼμ ἕως τῆς ἡμέρας ταύτης. 19 καὶ ᾿Αχιμάας υἱὸς Σαδὼκ εἶπε· δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ. 20 καὶ εἶπεν αὐτῷ ᾿Ιωάβ· οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε. 21 καὶ εἶπεν ᾿Ιωὰβ τῷ Χουσί· βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσὶ τῷ ᾿Ιωὰβ καὶ ἐξῆλθε. 22 καὶ προσέθετο ἔτι ᾿Αχιμάας υἱὸς Σαδὼκ καὶ εἶπε πρὸς ᾿Ιωάβ· καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί. καὶ εἶπεν ᾿Ιωάβ· ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ. 23 καὶ εἶπε· τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ ᾿Ιωάβ· δράμε. καὶ ἔδραμεν ᾿Αχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσί. 24 καὶ Δαυὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ 25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς· εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων. 26 καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπε· καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς· καί γε οὗτος εὐαγγελιζόμενος. 27 καὶ εἶπεν ὁ σκοπός· ἐγὼ ὁρῷ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον ᾿Αχιμάας υἱοῦ Σαδώκ. καὶ εἶπεν ὁ βασιλεύς· ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται. 28 καὶ ἐβόησεν ᾿Αχιμάας καὶ εἶπε πρὸς τὸν βασιλέα· εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ. 29 καὶ εἶπεν ὁ βασιλεύς· εἰρήνη τῷ παιδαρίῳ τῷ ᾿Αβεσσαλώμ; καὶ εἶπεν ᾿Αχιμάας· εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως ᾿Ιωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ. 30 καὶ εἶπεν ὁ βασιλεύς· ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη. 31 καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο καὶ εἶπε τῷ βασιλεῖ· εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ. 32 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσί· εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ ᾿Αβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσί· γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ’ αὐτὸν εἰς κακά. 33 καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν· υἱέ μου ᾿Αβεσσαλώμ, υἱέ μου, υἱέ μου ᾿Αβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, ᾿Αβεσσαλώμ, υἱέ μου υἱέ μου.

Κεφάλαιο 19

ΚΑΙ ἀνηγγέλη τῷ ᾿Ιωὰβ λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ ᾿Αβεσσαλώμ. 2 καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ. 3 καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ. 4 καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων· υἱέ μου ᾿Αβεσσαλώμ, ᾿Αβεσσαλὼμ υἱέ μου. 5 καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε· κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου, 6 τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ ᾿Αβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου. 7 καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν. 8 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ ᾿Ισραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.

9 Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ λέγοντες· ὁ βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ ᾿Αβεσσαλώμ· 10 καὶ ᾿Αβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ’ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα. 11 καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς ᾿Αβιάθαρ τοὺς ἱερεῖς λέγων· λαλήσατε πρὸς τοὺς πρεσβυτέρους ᾿Ιούδα λέγοντες· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα. 12 ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; 13 καὶ τῷ ᾿Αμεσσαΐ ἐρεῖτε· οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ ᾿Ιωάβ. 14 καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς ᾿Ιούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες· ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου. 15 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ ᾿Ιορδάνου, καὶ ἄνδρες ᾿Ιούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν ᾿Ιορδάνην. 16 καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ ᾿Ιεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς ᾿Ιούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ 17 καὶ χίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ’ αὐτοῦ καὶ κατεύθυναν τὸν ᾿Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως 18 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν ᾿Ιορδάνην 19 καὶ εἶπε πρὸς τὸν βασιλέα· μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ ῾Ιερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ, 20 ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς ᾿Ισραὴλ καὶ οἴκου ᾿Ιωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως. 21 καὶ ἀπεκρίθη ᾿Αβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε· μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου; 22 καὶ εἶπε Δαυίδ· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ ᾿Ισραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν ᾿Ισραήλ. 23 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμέΐ· οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς. 24 καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ. 25 καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· τί ὅτι οὐκ ἐπορεύθης μετ’ ἐμοῦ, Μεμφιβοσθέ; 26 καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ· κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ· ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ’ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου· 27 καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· 28 ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλ’ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα; 29 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον· σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν. 30 καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα· καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ. 31 καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν ᾿Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν ᾿Ιορδάνην· 32 καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα. 33 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλί· σὺ διαβήσῃ μετ’ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ’ ἐμοῦ ἐν ῾Ιερουσαλήμ. 34 καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα· πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς ῾Ιερουσαλήμ; 35 υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ἆδόντων καὶ ἆδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; 36 ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν ᾿Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην; 37 καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. 38 καὶ εἶπεν ὁ βασιλεύς· μετ’ ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ’ ἐμοί, ποιήσω σοι. 39 καὶ διέβη πᾶς ὁ λαὸς τὸν ᾿Ιορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. 40 καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ’ αὐτοῦ, καὶ πᾶς ὁ λαὸς ᾿Ιούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ ᾿Ισραήλ. 41 καὶ ἰδοὺ πᾶς ἀνὴρ ᾿Ισραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα· τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ ᾿Ιούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν ᾿Ιορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ’ αὐτοῦ; 42 καὶ ἀπεκρίθη πᾶς ἀνὴρ ᾿Ιούδα πρὸς ἄνδρα ᾿Ισραὴλ καὶ εἶπαν· διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ᾖρεν ἡμῖν; 43 καὶ ἀπεκρίθη ἀνὴρ ᾿Ισραὴλ τῷ ἀνδρὶ ᾿Ιούδα καὶ εἶπε· δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς ᾿Ιούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς ᾿Ισραήλ.

Κεφάλαιο 20

ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ ᾿Ιεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ ᾿Ιεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, ᾿Ισραήλ. 2 καὶ ἀνέβη πᾶς ἀνὴρ ᾿Ισραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ ᾿Ιούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ ᾿Ιορδάνου καὶ ἕως ῾Ιερουσαλήμ. 3 καὶεἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς ῾Ιερουσαλήμ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι. 4 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Αμεσσαΐ· βόησόν μοι τὸν ἄνδρα ᾿Ιούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι. 5 καὶ ἐπορεύθη ᾿Αμεσσαΐ τοῦ βοῆσαι τὸν ᾿Ιούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ. 6 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αμεσσαΐ· νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ ᾿Αβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. 7 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες ᾿Ιωὰβ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ ῾Ιερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. 8 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ ᾿Αμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ ᾿Ιωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε. 9 καὶ εἶπεν ᾿Ιωὰβ τῷ ᾿Αμεσσαΐ· εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ ᾿Ιωὰβ τοῦ πώγωνος ᾿Αμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν. 10 καὶ ᾿Αμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ ᾿Ιωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ ᾿Ιωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ ᾿Ιωὰβ καὶ ᾿Αβεσσαΐ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί· 11 καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων ᾿Ιωὰβ καὶ εἶπε· τίς ὁ βουλόμενος ᾿Ιωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω ᾿Ιωάβ; 12 καὶ ᾿Αμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψε τὸν ᾿Αμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’ αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα· 13 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὀπίσω ᾿Ιωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. 14 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ εἰς ᾿Αβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ. 15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν τὴν ᾿Αβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς μετά ᾿Ιωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος. 16 καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν· ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς ᾿Ιωάβ· ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν. 17 καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή· εἰ σὺ εἶ ᾿Ιωάβ; ὁ δὲ εἶπεν· ἐγώ. εἶπε δὲ αὐτῷ· ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν ᾿Ιωάβ· ἀκούω ἐγώ εἰμι. 18 καὶ εἶπε λέγουσα· λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες· ἠρωτημένος ἠρωτήθη ἐν τῇ ᾿Αβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ ᾿Ισραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν ᾿Αβέλ, καὶ οὕτως εἰ ἐξέλιπον. 19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων ᾿Ισραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν ᾿Ισραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου; 20 καὶ ἀπεκρίθη ᾿Ιωάβ, καὶ εἶπεν· ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ· 21 οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους ᾿Εφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ιωάβ· ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους. 22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς ᾿Ιωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ’ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ ᾿Ιωὰβ ἀπέστρεψεν εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν βασιλέα.

23 Καὶ ὁ ᾿Ιωὰβ πρὸς πάσῃ τῇ δυνάμει ᾿Ισραήλ, καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί, 24 καὶ ᾿Αδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺθ ἀναμιμνήσκων, 25 καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς, 26 καί γε ᾿Ιρὰς ὁ ᾿Ιαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ.

Κεφάλαιο 21

ΚΑΙ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου. καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. 2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας καὶ εἶπε πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ ᾿Ισραήλ εἰσιν, ὅτι ἀλλ’ ἢ ἐκ τοῦ λείμματος τοῦ ᾿Αμορραίου, καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 3 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας· τί ποιήσω ἡμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; 4 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται· οὐκ ἔστιν ἡμῖν ἀργύριον ἢ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν ᾿Ισραήλ. 5 καὶ εἶπε·τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν; καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς· ἀφανίσωμεν αὐτόν, τοῦ μή ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ· 6 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου. καὶ εἶπεν ὁ βασιλεύς· ἐγὼ δώσω. 7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν ᾿Ιωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Δαυὶδ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν υἱοῦ Σαούλ· 8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφὰ θυγατρὸς ῾Αϊᾶ, οὓς ἔτεκε τῷ Σαούλ, τὸν ῾Ερμωνὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ ᾿Εσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μουλαθί, 9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. 10 καὶ ἔλαβε Ρεσφὰ θυγάτηρ ῾Αϊᾶ τὸν σάκκον καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός. 11 καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ρεσφὰ θυγάτηρ ῾Αϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς ᾿Ιωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων, 12 καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν ᾿Ιαβὶς Γαλαάδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσάν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ, 13 καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων. 14 καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τά ὀστᾶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς. καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα.

15 Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ ᾿Ισραήλ. καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων, καὶ ἐξελύθη Δαυίδ. 16 καὶ ᾿Ιεσβί, ὃςἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφὰ καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ. 17 καὶ ἐβοήθησεν αὐτῷ ᾿Αβεσσὰ υἱὸς Σαρουΐας καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν. τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ λέγοντες· οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον ᾿Ισραήλ. 18 καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σεβοχὰ ὁ ᾿Αστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐκγόνοις τοῦ Ραφά. 19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γὸβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν ᾿Ελεανὰν υἱὸς ᾿Αριωργὶμ ὁ Βηθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. 20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ. καὶ ἦν ἀνὴρ μαδών, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες ἀριθμῷ, καί γε αὐτὸς ἐτέχθη τῷ Ραφά. 21 καὶ ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν υἱὸς Σεμεΐ ἀδελφοῦ Δαυίδ. 22 οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ραφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυίδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

Κεφάλαιο 22

ΚΑΙ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, 2 καὶ εἶπεν· Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί, 3 ὁ Θεός μου φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με. 4 αἰνετὸν ἐπικαλέσομαι Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με· 6 ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου. 7 ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ. 8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς. 9 ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ’ αὐτοῦ. 10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 11 καὶ ἐπεκάθισεν ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου. 12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος. 13 ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός. 14 ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ 15 καὶ ἀπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἤστραψεν ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς. 16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ. 17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν· 18 ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 19 προέφθασάν με ἡμέραι θλίψεώς μου καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου 20 καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν καὶ ἐξείλετό με, ὅτι ηὐδόκησεν ἐν ἐμοί. 21 καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι. 22 ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου, 23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ’ αὐτῶν. 24 καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25 καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. 26 μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ 27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ. 28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις. 29 ὅτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου. 30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. 31 ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ρῆμα Κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπ’ αὐτόν. 32 τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν; 33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου· 34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με· 35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. 36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με 37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου. 38 διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς· 39 καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου· 41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. 42 βοήσονται, καὶ οὐκ ἔστι βοηθός, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν. 43 καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς. 44 καὶ ρύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνω, ἐδούλευσάν μοι, 45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου· 46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. 47 ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου. 48 ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου 49 καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ρύσῃ με. 50 διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ, 51 μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Κεφάλαιο 23

ΚΑΙ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι·

Πιστὸς Δαυὶδ υἱὸς ᾿Ιεσσαί, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησε Κύριος ἐπὶ χριστὸν Θεοῦ ᾿Ιακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ ᾿Ισραήλ. 2 πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. 3 λέγει ὁ Θεὸς ᾿Ισραήλ, ἐμοὶ ἐλάλησε φύλαξ ᾿Ισραήλ· παραβολὴν εἰπὸν ἐν ἀνθρώπῳ· πῶς κραταιώσητε φόβον Θεοῦ; 4 καὶ ἐν Θεῷ φωτὶ πρωΐας ἀνατείλαι ἥλιος, τὸ πρωΐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς. 5 οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. 6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται, 7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνην αὐτῶν.

8 Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ· ᾿Ιεβοσθὲ ὁ Χαναναῖος, ἄρχων τοῦ τρίτου ἐστίν, ᾿Αδινὼν ὁ ᾿Ασωναῖος· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ. 9 καὶ μετ’ αὐτὸν ᾿Ελεανὰν υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουδίτου ἐν τοῖς τρισὶ δυνατοῖς. οὗτος μετὰ Δαυὶδ ἦν ἐν Σερράν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ ᾿Ισραήλ· 10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. 11 καὶ μετ’ αὐτὸν Σαμαΐα υἱὸς ᾿Ασὰ ὁ ᾿Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων· 12 καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. 13 καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθαν εἰς Κασὼν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον ᾿Οδολλάμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαΐμ· 14 καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 15 καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. 16 καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ 17 καὶ εἶπεν· ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι· καὶ οὐκ ἠθέλησε πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. 18 καὶ ᾿Αβεσσὰ ὁ ἀδελφὸς ᾿Ιωὰβ υἱὸς Σαρουΐας αὐτὸς ἄρχων ἐν τοῖς τρισί. καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· 19 ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε. 20 καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξε τοὺς δύο υἱοὺς ᾿Αριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος· 21 αὐτὸς ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ράβδῳ καὶ ἥρπασε τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 22 ταῦτα ἐποίησε Βαναίας υἱὸς ᾿Ιωδαέ, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς· 23 ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθε· καὶ ἔταξεν αὐτὸν Δαυὶδ πρὸς τὰς ἀκοὰς αὐτοῦ. καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ τοῦ βασιλέως· 24 ᾿Ασαὴλ ἀδελφὸς ᾿Ιωὰβ (οὗτος ἐν τοῖς τριάκοντα), ᾿Ελεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βηθλεέμ. 25 Σαμαΐ ὁ ᾿Αρουδαῖος, ᾿Ελικὰ ὁ ᾿Αρωδαῖος, 26 Σελλὴς ὁ Κελωθί, ῎Ιρας υἱὸς ᾿Εκκὰς ὁ Θεκωΐτης, 27 ᾿Αβιέζερ ὁ ᾿Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ ᾿Ασωθίτου, 28 ᾿Ελλὼν ὁ ᾿Αωΐτης, Μοορὲ ὁ Νετωφαθίτης, 29 ᾿Εθθὶ υἱὸς Ριβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμίν, 30 Βαναίας ὁ Φαραθενίτης, Οὐρὶ ἐκ Ναχαλιγαίας, 31 ᾿Αβιὴλ υἱὸς τοῦ ᾿Αραβωθίτου, ᾿Αζμὼθ ὁ Βαρσαμίτης, 32 ᾿Ελιασοὺ ὁ Σαλαβωνίτης, υἱοὶ ᾿Ιαβάν, ᾿Ιωνάθαν, 33 Σαμνὰν ὁ ᾿Αρωδίτης, ᾿Αχιὰν υἱὸς ᾿Αραΐ Σαραουρίτης, 34 ᾿Αλιφαλὲθ υἱὸς τοῦ ᾿Ασβίτου, υἱὸς τοῦ Μααχαθί, ᾿Ελιὰβ υἱὸς ᾿Αχιτόφελ τοῦ Γελωνίτου, 35 ᾿Ασραΐ ὁ Καρμήλιος, Φαραΐ ὁ ᾿Ερχί, 36 Γάαλ υἱὸς Νάθαν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδεί, 37 ᾿Ελιὲ ὁ ᾿Αμμανίτης, Γελωραΐ ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη ᾿Ιωὰβ υἱοῦ Σαρουΐας, 38 ᾿Ιρὰς ὁ ᾿Ιεθιραῖος, Γαρὴβ ὁ ᾿Εθθεναῖος, 39 Οὐρίας ὁ Χετταῖος· οἱ πάντες τριάκοντα καὶ ἑπτά.

Κεφάλαιο 24

ΚΑΙ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν ᾿Ισραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· βάδιζε, ἀρίθμησον τὸν ᾿Ισραὴλ καὶ τὸν ᾿Ιούδαν. 2 καὶ εἶπεν ὀ βασιλεὺς πρὸς ᾿Ιωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ· δίελθε δὴ πάσας φυλὰς ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. 3 καὶ εἶπεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα· καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ; 4 καὶ ὑπερίσχυσεν ὀ λόγος τοῦ βασιλέως πρὸς ᾿Ιωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν ᾿Ισραήλ. 5 καὶ διέβησαν τὸν ᾿Ιορδάνην καὶ παρενέβαλον ἐν ᾿Αροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ ᾿Ελιέζερ. 6 καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἥ ἐστιν ᾿Αδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα. 7 καὶ ἦλθον εἰς Μάψαρ Τύρου καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον ᾿Ιούδα εἰς Βηρσαβεὲ 8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσιν ἡμερῶν εἰς ῾Ιερουσαλήμ. 9 καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο ᾿Ισραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ρομφαίαν καὶ ἀνὴρ ᾿Ιούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν. 10 καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυὶδ πρὸς Κύριον· ἥμαρτον σφόδρα, ὃ ἐποίησα νῦν, Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα. 11 καὶ ἀνέστη Δαυὶδ τὸ πρωΐ. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων· 12 πορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 13 καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλε καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ρῆμα. 14 καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω· 15 καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 16 καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς ῾Ιερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 17 καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 18 καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ· ἀνάβηθι καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, καθ’ ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος. 20 καὶ διέκυψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν ᾿Ορνὰ καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21 καὶ εἶπεν ᾿Ορνά· τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ· κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. 22 καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυὶδ· λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23 τὰ πάντα ἔδωκεν ᾿Ορνὰ τῷ βασιλεῖ, καὶ εἶπεν ᾿Ορνά πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. 24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Ορνά· οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. 25 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ. καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ’ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν ᾿Ισραήλ.