Main menu

ΙΕΡΕΜΙΑΣ (Κεφ. 41 - 52)

Κεφάλαιο 41

(Μασ. ΛΔ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα) λέγων· 2 οὕτως εἶπε Κύριος· βάδισον πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ ἐρεῖς αὐτῷ· οὕτως εἶπε Κύριος· παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· 3 καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήψει συλληφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ. 4 ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ ᾿Ιούδα· οὕτως λέγει Κύριος· 5 ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος. 6 καὶ ἐλάλησεν ῾Ιερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν ῾Ιερουσαλήμ. 7 καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις ᾿Ιούδα, ἐπὶ Λαχὶς καὶ ἐπὶ ᾿Αζηκά, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν ᾿Ιούδα πόλεις ὀχυραί.

8 Ὁ λόγος ὁ γενόμενος πρὸς ᾿Ιερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν, 9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν ῾Εβραῖον καὶ τὴν ῾Εβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ ᾿Ιούδα· 10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ καὶ ἐῶσαν 11 αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. 12 καὶ ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 13 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων· 14 ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν ῾Εβραῖον, ὃς παραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. 15 καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ. 16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας. 17 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. 18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον, ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ, 19 τοὺς ἄρχοντας ᾿Ιούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, 20 καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. 21 καὶ τὸν Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν. 22 ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις ᾿Ιούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων.

Κεφάλαιο 42

(Μασ. ΛΕ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου ἐν ἡμέραις ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα λέγων· 2 βάδισον εἰς οἶκον ᾿Αρχαβεὶν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου, εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον. 3 καὶ ἐξήγαγον τὸν ᾿Ιεζονίαν υἱὸν ῾Ιερεμίου υἱοῦ Χαβασὶν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν ᾿Αρχαβεὶν 4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν ᾿Ανανίου, υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ Θεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελώμ, τοῦ φυλάσσοντος τὴν αὐλήν, 5 καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα· πίετε οἶνον. 6 καὶ εἶπαν· οὐ μὴ πίωμεν οἶνον, ὅτι ᾿Ιωναδὰβ υἱὸς Ρηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων· οὐ μὴ πίετε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος. 7 καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ’ ἧς διατρίβετε ὑμεῖς ἐπ’ αὐτῆς. 8 καὶ ἠκούσαμεν τῆς φωνῆς ᾿Ιωναδὰβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν, 9 καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν, 10 καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα, ἃ ἐνετείλατο ἡμῖν ᾿Ιωναδὰβ ὁ πατὴρ ἡμῶν. 11 καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονόσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν· εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς ῾Ιερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν ᾿Ασσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ. 12 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 13 οὕτως λέγει Κύριος· πορεύου καὶ εἰπὸν ἀνθρώπῳ ᾿Ιούδα καὶ τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ· οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου; 14 ἔστησαν ρῆμα υἱοὶ ᾿Ιωναδάβ, υἱοῦ Ρηχάβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἴνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου, καὶ οὐκ ἠκούσατε. 15 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων· ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ εἰσηκούσατε. 16 καὶ ἔστησαν υἱοὶ ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέ μου. 17 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ φέρω ἐπὶ ᾿Ιούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ πάντα τὰ κακά, ἃ ἐλάλησα ἐπ’ αὐτούς. 18 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἐπειδὴ ἤκουσαν υἱοὶ ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, 19 οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.

Κεφάλαιο 43

(Μασ. ΚΣΤ´) ΕΝ ἀρχῇ βασιλέως ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου· 2 οὕτως εἶπε Κύριος· στῆθι ἐν αὐλῇ οἴκου Κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς ᾿Ιουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ρῆμα· 3 ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 4 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου, οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν, 5 εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου, 6 καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς. 7 καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ ῾Ιερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου. 8 καὶ ἐγένετο ῾Ιερεμίου παυσαμένου λαλοῦντος πάντα, ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς λέγων· θανάτῳ ἀποθανῇ, 9 ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου λέγων· ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ ῾Ιερεμίαν ἐν οἴκῳ Κυρίου. — 10 Καὶ ἤκουσαν οἱ ἄρχοντες ᾿Ιούδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης Κυρίου τῆς καινῆς. 11 καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ· κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν. 12 καὶ εἶπεν ῾Ιερεμίας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων· Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους, οὓς ἠκούσατε. 13 καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ’ ὑμᾶς. 14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν. 15 ἀλλ’ ἢ γνόντες γνώσεσθε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους. 16 καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας· οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς. 17 καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ· 18 Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ εἶπε παντὶ τῷ λαῷ ᾿Ιούδα· οὕτως εἶπε Κύριος· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ ῾Ιερουσαλὴμ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 19 μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν ᾿Εζεκίας καὶ πᾶς ᾿Ιούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ’ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν.

20 Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρίμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους ῾Ιερεμίου. 21 καὶ ἤκουσεν ὁ βασιλεὺς ᾿Ιωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας καὶ εἰσῆλθεν εἰς Αἴγυπτον. 22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον, 23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ. 24 πλὴν χεὶρ ᾿Αχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ ῾Ιερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν.

Κεφάλαιο 44

(Μασ. ΛΖ´) ΚΑΙ ἐβασίλευσε Σεδεκίας υἱὸς ᾿Ιωσία ἀντὶ ᾿Ιωακείμ, ὃν ἐβασίλευσε Ναβουχοδονόσορ βασιλεύειν τοῦ ᾿Ιούδα· 2 καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ ῾Ιερεμίου. 3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν ᾿Ιωάχαλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς ῾Ιερεμίαν λέγων· πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον. 4 καὶ ῾Ιερεμίας ἦλθε καὶ διῆλθε διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς τὸν οἶκον τῆς φυλακῆς. 5 καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ ῾Ιερουσαλήμ. 6 καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων· 7 οὕτως εἶπε Κύριος· οὕτως ἐρεῖς πρὸς βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με· ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου, 8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι, καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί. 9 ὅτι οὕτως εἶπε Κύριος· μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες· ἀποτρέχοντες ἀπελεύσονται ἀφ’ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσι· 10 καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ, οὗτοι ἀναστήσονται καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί.

11 Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ ῾Ιερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραώ, 12 ἐξῆλθεν ῾Ιερεμίας ἀπὸ ῾Ιερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ. 13 καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμίν, καὶ ἐκεῖ ἄνθρωπος, παρ’ ᾧ κατέλυε, Σαρουΐα υἱὸς Σελεμίου, υἱοῦ ᾿Ανανίου, καὶ συνέλαβε τὸν ῾Ιερεμίαν λέγων· πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις; 14 καὶ εἶπε· ψεῦδος, οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ εἰσήκουσεν αὐτοῦ καὶ συνέλαβε Σαρουΐα τὸν ῾Ιερεμίαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας. 15 καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ ῾Ιερεμίαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς. 16 καὶ ἦλθεν ῾Ιερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερὲθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς· 17 καὶ ἀπέστειλε Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν, εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου, καὶ εἶπεν· ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ. 18 καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς; 19 καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες· ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; 20 καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου, καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ; 21 καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως. καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

Κεφάλαιο 45

(Μασ. ΛΗ´) ΚΑΙ ἤκουσε Σαφατίας υἱὸς Μάθαν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ ᾿Ιωάχαλ υἱὸς Σελεμίου τοὺς λόγους, οὓς ῾Ιερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων· 2 οὕτως εἶπε Κύριος· ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται. 3 ὅτι οὕτως εἶπε Κύριος· παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν. 4 καὶ εἶπαν τῷ βασιλεῖ· ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ, ἀλλ’ ἢ πονηρά. 5 καὶ εἶπεν ὁ βασιλεύς· ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς. 6 καὶ ἔρριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ’ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ. — 7 Καὶ ἤκουσεν ᾿Αβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν ῾Ιερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμίν, 8 καὶ ἐξῆλθε πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν· 9 ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει. 10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Αβδεμέλεχ λέγων· λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ. 11 καὶ ἔλαβεν ᾿Αβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ράκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς ῾Ιερεμίαν εἰς τὸν λάκκον 12 καὶ εἶπε· ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων, καὶ ἐποίησεν ῾Ιερεμίας οὕτως. 13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. — 14 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ᾿Ασελεισὴ τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ρῆμα. 15 καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου. 16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων· ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων. 17 καὶ εἶπεν αὐτῷ ῾Ιερεμίας· οὕτως εἶπε Κύριος· ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου. 18 καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς. 19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ ῾Ιερεμίᾳ· ἐγὼ λόγον ἔχω τῶν ᾿Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. 20 καὶ εἶπεν ῾Ιερεμίας· οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρός σε, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου. 21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος· 22 καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως ᾿Ιούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον· ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ. 23 καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται. 24 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς. 25 καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι καὶ ἔλθωσι πρὸς σὲ καὶ εἴπωσί σοι· ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς, μὴ κρύψῃς ἀφ’ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε, καὶ τί ἐλάλησε πρός σε ὁ βασιλεύς; 26 καὶ ἐρεῖς αὐτοῖς· ρίπτω ἐγὼ τὸ ἔλεός μου κατ’ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν ᾿Ιωνάθαν ἀποθανεῖν με ἐκεῖ. 27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς ῾Ιερεμίαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου. 28 καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήφθη ῾Ιερουσαλήμ.

Κεφάλαιο 46

(Μασ. ΛΘ´) ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως ᾿Ιούδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπολιόρκουν αὐτήν. 2 καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐνάτῃ τοῦ μηνός, ἐρράγη ἡ πόλις. 3 καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρεῖς καὶ Ναγαργασνασὲρ Ραβαμὰγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος· 14 καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν ῾Ιερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικὰμ υἱοῦ Σαφάν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. — 15 Καὶ πρὸς ῾Ιερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων· 16 πορεύου καὶ εἰπὲ πρὸς ᾿Αβδεμέλεχ τὸν Αἰθίοπα· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά, 17 καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν, 18 ὅτι σώζων σώσω σε, καὶ ἐν ρομφαίᾳ οὐ μὴ πέσῃς. καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ’ ἐμοί, φησὶ Κύριος.

Κεφάλαιο 47

(Μασ. Μ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμὰν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας ᾿Ιούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα. 2 καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ· Κύριος ὁ Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον, 3 καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ. 4 ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ· 5 εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ, υἱοῦ Σαφάν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ ᾿Ιούδα, καὶ οἴκησον μετ’ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ ᾿Ιούδα· εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν. 6 καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ. — 7 Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ καὶ παρακατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα. 8 καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ ᾿Ισμαὴλ υἱὸς Ναθανίου καὶ ᾿Ιωνὰν υἱὸς Καρηὲ καὶ Σαραίας υἱὸς Θαναεμὲθ καὶ υἱοὶ ᾿Ιωφὲ τοῦ Νετωφαθὶ καὶ ᾿Εζονίας υἱὸς τοῦ Μωχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. 9 καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων· μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν. 10 καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς, καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε. 11 καὶ πάντες οἱ ᾿Ιουδαῖοι οἱ ἐν γῇ Μωὰβ καὶ ἐν υἱοῖς ᾿Αμμὼν καὶ οἱ ἐν τῇ ᾿Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ ᾿Ιούδᾳ, καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ. 12 καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν ᾿Ιούδα εἰς Μασσηφὰ καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. — 13 Καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ 14 καὶ εἶπαν αὐτῷ· εἰ γνώσει γινώσκεις ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς υἱῶν ᾿Αμμὼν ἀπέστειλε πρὸς σὲ τὸν ᾿Ισμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας. 15 καὶ εἶπεν ᾿Ιωανὰν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ· πορεύσομαι δὴ καὶ πατάξω τὸν ᾿Ισμαὴλ καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς ᾿Ιούδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι ᾿Ιούδα. 16 καὶ εἶπε Γοδολίας πρὸς ᾿Ιωανάν· μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ ᾿Ισμαήλ.

Κεφάλαιο 48

(Μασ. ΜΑ´) ΚΑΙ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν ᾿Ισμαὴλ υἰὸς Ναθανίου υἱοῦ ᾿Ελεασὰ ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ’ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα. 2 καὶ ἀνέστη ᾿Ισμαὴλ καὶ οἱ δέκα ἄνδρες, οἳ ἦσαν μετ’ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3 καὶ πάντας τοὺς ᾿Ιουδαίους τοὺς ὄντας μετ’ αὐτοῦ ἐν Μασσηφᾷ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ. — 4 Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω, 5 καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μαναὰ καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου. 6 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς ᾿Ισμαήλ· αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς· εἰσέλθετε πρὸς Γοδολίαν. 7 καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ. 8 καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ ᾿Ισμαήλ· μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθε καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 9 καὶ τὸ φρέαρ, εἰς ὃ ἔρριψεν ἐκεῖ ᾿Ισμαὴλ πάντας, οὓς ἐπάταξε, φρέαρ μέγα τοῦτό ἐστιν, ὃ ἐποίησεν ὁ βασιλεὺς ᾿Ασὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως ᾿Ισραήλ· τοῦτο ἐνέπλησεν ᾿Ισμαὴλ τραυματιῶν. 10 καὶ ἀπέστρεψεν ᾿Ισμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρακατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ ᾿Αχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν ᾿Αμμών. — 11 Καὶ ἤκουσεν ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντα τὰ κακά, ἃ ἐποίησεν ᾿Ισμαήλ, 12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών. 13 καὶ ἐγένετο ὅτε εἶδε πᾶς ὁ λαὸς ὁ μετὰ ᾿Ισμαὴλ τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ’ αὐτοῦ, 14 καὶ ἀνέστρεψαν πρὸς ᾿Ιωανάν. 15 καὶ ᾿Ισμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς ᾿Αμμών. — 16 Καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὓς ἀπέστρεψεν ἀπὸ ᾿Ισμαήλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψαν ἀπὸ Γαβαών, 17 καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρώθ — Χαμαὰμ τῇ πρὸς Βηθλεὲμ τοῦ πορευθῆναι εἰς Αἴγυπτον 18 ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν ᾿Ισμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.

Κεφάλαιο 49

(Μασ. ΜΒ´) ΚΑΙ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ ᾿Ιωανὰν καὶ ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου 2 πρὸς ῾Ιερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ· πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι· 3 καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδόν, ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσομεν. 4 καὶ εἶπεν αὐτοῖς ῾Ιερεμίας· ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος, ὃν ἂν ἀποκριθήσεται Κύριος ὁ Θεός, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφ’ ὑμῶν ρῆμα. 5 καὶ αὐτοὶ εἶπαν τῷ ῾Ιερεμίᾳ· ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἐὰν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσωμεν· 6 καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν, τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. — 7 Καὶ ἐγενήθη μεθ’ ἡμέρας δέκα ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν. 8 καὶ ἐκάλεσε τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου 9 καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· 10 ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω, ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν. 11 μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ, μὴ φοβηθῆτε, φησὶ Κύριος, ὅτι μεθ’ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ· 12 καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 13 καὶ εἰ λέγετε ὑμεῖς· οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, 14 ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν, 15 διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου· οὕτως εἶπε Κύριος· ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν, 16 καὶ ἔσται, ἡ ρομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε. 17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ρομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτούς. 18 ὅτι οὕτως εἶπε Κύριος· καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ, οὕτως στάξει ὁ θυμός μου ἐφ’ ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον, 19 ἃ ἐλάλησε Κύριος ἐφ’ ὑμᾶς τοὺς καταλοίπους ᾿Ιούδα· μὴ εἰσέλθητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθε 20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες· πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα, ἃ ἐὰν λαλήσῃ σοι Κύριος, ποιήσομεν. 21 καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, ἧς ἀπέστειλέ με πρὸς ὑμᾶς. 22 καὶ νῦν ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, ᾧ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ.

Κεφάλαιο 50

(Μασ. ΜΓ´) ΚΑΙ ἐγενήθη ὡς ἐπαύσατο ῾Ιερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, 2 καὶ εἶπεν ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ ῾Ιερεμίᾳ λέγοντες· ψεύδη, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς λέγων· μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, 3 ἀλλ’ ἢ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα. 4 καὶ οὐκ ἤκουσεν ᾿Ιωανὰν καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου κατοικῆσαι ἐν γῇ ᾿Ιούδα. 5 καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους ᾿Ιούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, 6 τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια, καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς, ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ ᾿Αχεικάμ, καὶ ῾Ιερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου 7 καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου· καὶ εἰσῆλθον εἰς Τάφνας. 8 καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν ἐν Τάφνας λέγων· 9 λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατ’ ὀφθαλμοὺς ἀνδρῶν ᾿Ιούδα 10 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων, ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ’ αὐτοὺς 11 καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον, εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμόν, εἰς ἀποικισμόν, καὶ οὓς εἰς ρομφαίαν, εἰς ρομφαίαν. 12 καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐξελεύσεται ἐν εἰρήνῃ, 13 καὶ συντρίψει τοὺς στύλους ῾Ηλιουπόλεως, τοὺς ἐν ῎Ων, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.

Κεφάλαιο 51

(Μασ. ΜΔ´, ΜΕ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν ἅπασι τοῖς ᾿Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Τάφνας καὶ ἐν γῇ Παθούρης λέγων· 2 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις ᾿Ιούδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων 3 ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε. 4 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων· μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα. 5 καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις. 6 καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη. 7 καὶ νῦν οὕτως εἶπε Κύριος παντοκράτωρ· ἱνατί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου ᾿Ιούδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα, 8 παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν ἤλθατε κατοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς; 9 μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων ᾿Ιούδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ; 10 καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὣν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν. 11 διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου 12 τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. 13 καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ ῾Ιερουσαλὴμ ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, 14 καὶ οὐκ ἔσται σεσωσμένος οὐθεὶς τῶν ἐπιλοίπων ᾿Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν ᾿Ιούδα, ἐφ’ ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ’ ἢ ἀνασεσωσμένοι. 15 καὶ ἀπεκρίθησαν τῷ ῾Ιερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθουρῇ, λέγοντες· 16 ὁ λόγος, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου, 17 ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν· 18 καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες καὶ ἐν ρομαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. 19 καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς;— 20 Καὶ εἶπεν ῾Ιερεμίας ἀντὶ τῷ λαῷ, τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶ καὶ παντὶ τῷ λαῷ, τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους, λέγων· 21 οὐχὶ τοῦ θυμιάματος, οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη Κύριος, καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ; 22 καὶ οὐκ ἠδύνατο Κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν καὶ ἀπὸ τῶν βδελυγμάτων ὑμῶν, ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ, 23 ἀπὸ προσώπου, ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ Κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα. 24 καὶ εἶπεν ῾Ιερεμίας τῷ λαῷ καὶ ταῖς γυναιξίν· ἀκούσατε λόγον Κυρίου· 25 οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι· ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν, ἃς ὡμολογήσαμεν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε. 26 διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς ᾿Ιούδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ· ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς ᾿Ιούδα εἰπεῖν· ζῇ Κύριος Κύριος, ἐν πάσῃ γῇ Αἰγύπτῳ. 27 ὅτι ἐγὼ ἐγρήγορα ἐπ’ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσι πᾶς ᾿Ιούδα, οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ, ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσι. 28 καὶ οἱ σεσωσμένοι ἀπὸ ρομφαίας ἐπιστρέψουσιν εἰς γῆν ᾿Ιούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι ᾿Ιούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ. 29 καὶ τοῦτο τὸ σημεῖον ὑμῖν ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ’ ὑμᾶς εἰς πονηρά· 30 οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὐαφρῆ βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκίαν βασιλέα ᾿Ιούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ.

(Μασ. ΜΕ´ 1-5 ). 31 ῾Ο λόγος ὃν ἐλάλησεν ῾Ιερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος ῾Ιερεμίου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱῷ ᾿Ιωσία, βασιλέως ᾿Ιούδα. 32 οὕτως εἶπε Κύριος ἐπὶ σοί, Βαρούχ· 33 ὅτι εἶπας· οἴμοι οἴμοι, ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον, 34 εἰπὸν αὐτῷ· οὕτως εἶπε Κύριος· ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῷ, καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω. 35 καὶ σὺ ζητήσεις σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος. καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃς ἐκεῖ.

Κεφάλαιο 52

ΟΝΤΟΣ εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκίου ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμειτάαλ, θυγάτηρ ῾Ιερεμίου, ἐκ Λοβενά. 4 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ, ἐν μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ. 5 καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκίᾳ· 6 ἐν τῇ ἐνάτῃ τοῦ μηνὸς καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. 7 καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀναμέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ. καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς ῎Αραβα, 8 καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν ῾Ιεριχώ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπ’ αὐτοῦ. 9 καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως. 10 καὶ ἔσφαξε βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατ’ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας ᾿Ιούδα ἔσφαξεν ἐν Δεβλαθά. 11 καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέθανε. 12 καὶ ἐν μηνὶ πέμπτῳ, δεκάτῃ τοῦ μηνός, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ, 13 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί. 14 καὶ πᾶν τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων, ἡ μετὰ τοῦ ἀρχιμαγείρου. 16 καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς. 17 καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τὰς βάσεις καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα. 18 καὶ τὴν στεφάνην καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, 19 καὶ τὰ σαφφὼθ καὶ τὰ μασμαρὼθ καὶ τοὺς ὑποχυτῆρας καὶ τὰς λυχνίας καὶ τὰς θυΐσκας καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος. 20 καὶ οἱ στῦλοι δύο καὶ ἡ θάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν. 21 καὶ οἱ στῦλοι, τριακονταπέντε πηχῶν· ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτόν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ, 22 καὶ γεῖσος ἐπ’ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ρόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ρόαι τῷ πήχει τοῖς δώδεκα πήχεσι. 23 καὶ ἦσαν αἱ ρόαι ἐνενηκονταὲξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ρόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ. 24 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτεροῦντα καὶ τοὺς τρεῖς τοὺς φυλάττοντας τὴν ὁδὸν 25 καὶ εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπῳ τοῦ βασιλέως, τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τῶν δυνάμεων, τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς, καὶ ἑξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς, τοὺς εὑρεθέντας ἐν μέσῳ τῆς πόλεως· 26 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ βασιλέως καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, 27 καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαθά, ἐν γῇ Αἰμάθ. 31 καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει, ἀποικισθέντος τοῦ ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα ἐν τῷ δωδεκάτῳ μηνί, ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Οὐλαιμαραδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ, ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας, ἧς ἐφυλάσσετο· 32 καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι· 33 καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἔζησε. 34 καὶ ἡ σύνταξις αὐτῷ ἐδίδοτο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας, ἧς ἀπέθανεν.